Συγχαρητήριο γράμμα από τον Ἀθηνῶν καί πάσης Ἑλλάδος Ἱερώνυμο για την εκλογή του νέου Πατριάρχου Σερβίας κ. Πορφυρίου

0
185

Συγχαρητήριο γράμμα για την εκλογή του νέου Πατριάρχου Σερβίας κ. Πορφυρίου
(19/2/2021).

Ὁ Μακαριώτατος Πρόεδρος τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος, Ἀρχιεπίσκοπος Ἀθηνῶν καί πάσης Ἑλλάδος κ. Ἱερώνυμος, ἀπέστειλεν ἅμα τῇ ἐκλογῇ τοῦ νέου Πατριάρχου Σερβίας κ. Πορφυρίου, τό ἀκόλουθο Συγχαρητήριον Γράμμα:

«Μακαριώτατε Ἀρχιεπίσκοπε Ἰππεκίου, Μητροπολῖτα Βελιγραδίου καὶ Καρλοβικίου καὶ Πατριάρχα τῶν Σέρβων, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητὲ καὶ περιπόθητε ἀδελφὲ καὶ συλλειτουργὲ τῆς ἡμῶν Μετριότητος, κύριε Πορφύριε, τὴν Ὑμετέραν Μακαριότητα ἐν Κυρίῳ κατασπαζόμενοι ὑπερήδιστα προσαγορεύομεν.

Πάνυ ἀσμένως πληροφορηθέντες τὴν γηθόσυνον εἴδησιν τῆς ἐπαξίας, χάριτι τοῦ συγκροτοῦντος ὅλον τὸν θεσμὸν τῆς Ἐκκλησίας Παρακλήτου Πνεύματος, ἐκλογῆς τῆς Ὑμετέρας Μακαριότητος εἰς τὴν περίβλεπτον καὶ πολυεύθυνον θέσιν τοῦ

Προκαθημένου τῆς ἐν Σερβίᾳ συνεκλεκτῆς (Α´ Πετρ. 5, 13), εἰς διαδοχὴν τοῦ ἀλήστου μνήμης Μακαριστοῦ Πατριάρχου κυροῦ Εἰρηναίου, σπεύδομεν ὅπως, διὰ τῶν μετά χεῖρας Συνοδικῶν ἡμῶν Γραμμάτων, ἀπευθύνωμεν Ὑμῖν τὰς πλέον ἐνθέρμους συγχαρητηρίους προσρήσεις τῆς ἡμῶν Μετριότητος, τῆς περὶ ἡμᾶς Σεπτῆς Ἱεραρχίας, τοῦ εὐαγοῦς Κλήρου καὶ τοῦ φιλοχρίστου Λαοῦ τῆς καθ’ Ἑλλάδα Ἁγιωτάτης Ἐκκλησίας.
Προσέτι ἐπευχόμεθα ἐξ ὅλης καρδίας ὅπως ὁ Θεὸς τῆς εἰρήνης, ‘’ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν’’ (Ἑβρ. 13, 20) ἀναδεικνύῃ Ὑμᾶς φάρον ἀειλαμπῆ τῶν Εὐαγγελικῶν, πατερικῶν καὶ ἱεροκανονικῶν παραδόσεων, λύχνον καιόμενον καὶ φωτίζοντα τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους.

Μακαρίζομεν δὲ τὸν εὐσεβῆ ὁμόδοξον καὶ πολυπαθῆ Σερβικὸν Λαόν, μεθ’ οὗ συμπορευόμεθα διὰ μέσου τῶν αἰώνων συνδεδεμένοι μετ’ ἀρρήκτων ἐκκλησιαστικῶν, ἱστορικῶν καὶ ἀδελφικῶν δεσμῶν, ὅτι ὁ Θεός ἐχαρίσατο αὐτῷ τοιοῦτον Πρωθιεράρχην, ἔχοντα ἦθος ἀποστολικὸν καὶ κοσμούμενον ὑπὸ τῶν κρειττόνων τοῦ Ἁγίου Πνεύματος χαρισμάτων.

Πρὸς τούτοις δεόμεθα τοῦ Κυρίου ἡμῶν ὅπως χαρίζηται τὴν Πατριαρχικὴν ποιμαντορίαν Ὑμῶν μακρὰν καὶ γαληνιῶσαν, πλήρη Πνεύματος Ἁγίου καὶ πάσης ἀγαθοδωρίας, εἰς δόξαν τοῦ Ἁγίου Αὐτοῦ Ὀνόματος, εὔκλειαν τῆς ἐν Σερβίᾳ Ἁγιωτάτης Ἐκκλησίας καὶ ὠφέλειαν τοῦ Χριστωνύμου Λαοῦ Αὐτῆς, διὰ πρεσβειῶν τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Σάββα, πρώτου Ἀρχιεπισκόπου Σερβίας, καὶ πάντων τῶν Ἁγίων.

Περιπτυσσόμενοι καὶ αὖθις ἀδελφοποθήτως τὴν Ὑμετέραν Μακαριότητα κατασπαζόμεθα Αὐτὴν φιλήματι ἁγίῳ καὶ διατελοῦμεν μετὰ πολλῆς τῆς ἐν Κυρίῳ ἀγάπης

Ἀγαπητός ἐν Χριστῷ ἀδελφός

† Ὁ Ἀθηνῶν Ι Ε Ρ Ω Ν Υ Μ Ο Σ, Πρόεδρος»

Ἐκ τοῦ Γραφείου Τύπου τῆς Ἱερᾶς Συνόδου